καὶ μὴν κἀκεῖνο δεινὸν
ἐξελάσαι τῆς ἀγορᾶς τὸ τῆς προσρήσεως οὐκ οἶδ’ ὁπόθεν εἰς τὸν βίον εἰσελθὸν τὸν δεῖνα χαίρειν. οὐ γὰρ ἔγωγε, μὰ τοὺς θεούς, ὁρῶ τοῦ ῥήματος τὸ κέρδος. οὐ γὰρ ᾧ γε λύπης ἀξίως ἔχει τὰ πράγματα, βελτίω παρὰ τὸ χαίρειν ἀκοῦσαι γίγνεται.