ἀλλὰ σὺ μὲν οὐ πέμψεις Ἀθηναίοις Ἀντί-
πατρον οὐδὲ Παρμενίωνα οὐδ’ ἄλλον, ἂν παρέχωσι χρήματα, σὺ δ’ ἄξεις οἰκέτην ἐμόν, ὃν αὐτὸς ἐκτησάμην ἐκ καταδίκης; οὐδείς ἐστιν οἰκέτης πονηρός, ἵνα κριθῇ τῆς Μακεδόνων δουλείας ἄξιος. μέγα τοῦτο ἐπιτίμιον, ὑπὲρ τὴν πρᾶσιν, μᾶλλον δὲ καὶ θανάτου χαλεπώτερον.
λύεις τὸν νόμον τῆς αὐτομολίας, λύεις τὸν νόμον τῆς προδοσίας.
14. Ταῦτα πάντα ἐν τούτῳ τῷ ψηφίσματι γέγραπται. ἀλλ’ ὅτε μὲν ἐλεύθερος Δημοσθένης ἐδόκει, οὐδὲ πρεσβεύειν εἰς Μακεδονίαν ὑπέμεινε τὴν ἀδοξίαν τῆς πρεσβείας οὐ φέρων, ἀλλὰ καὶ καταναγκα- ζόντων ὑμῶν πολλάκις ἐξώμνυτο, νυνὶ δὲ ἐπειδὴ 5 κατέγνωσται, πεμφθήσεται; ἔστω τις ἐξωμοσία καὶ τοῖς οἰκέταις δικαία μηδὲ τούτου τύχῃ Δημοσθένης, RIV 328 εὐμενοῦς δὲ κυρίου καὶ φιλανθρώπου καὶ τὰς τῶν δυστυχούντων συμφορὰς ἐλεεῖν δεδιδαγμένου.
15. Τοῦτ’ οὖν λογίζεσθε, ποῖ πιπράσκεται, τίς ὁ
ὠνούμενος, τὸν ἔμπορον τοῦ σώματος, τὴν διάνοιαν ἀφ’ ἧς ὠνήσασθαι βούλεται. οὐ γὰρ ἀπορῶν οἰκετῶν ὁ Φίλιππος ὠνήσασθαι τοῦτον ἐσπούδακεν. εἰ γὰρ μηδὲν ἄλλο, ὁ πόλεμος αὐτῷ δίδωσιν οἰκέτας πολλοὺς καὶ χορηγὸς οὗτος τῶν ἀνδραπόδων γίγνεται. καὶ
πολλοὶ δουλεύουσι Φιλίππῳ Φιλίππου κρείττονες, ἐν- δοξότεροι τοῦ δεσπότου. ἀλλὰ τέχνη τοῦτο καὶ σό- φισμα καὶ πολέμου καινὸς τρόπος καὶ μηχάνημα.