Libanius, Declamatio 12

Declamatio 12

Chapter 38 (38)

38

ἴωθεν ἐπὶ τὰς θύρας ἀπαντᾶν δεῖ τὰς προόδους καιροφυλακήσοντας καὶ δορυφορήσοντας τὸ μειράκιον καὶ προσκυνήσοντας, ἂν ὀφθῇ μόνον, ἐκεῖθεν ἕπεσθαι τοῖς νεύμασι καὶ ταῖς ὁρμαῖς ἀκολουθοῦντας εἰς Λύκειον, εἰς Ἀχαδη-
μίαν, ἐπὶ τὰς παλαίστρας, πάλιν εἰς ἐκκλησίαν, εἰς βουλευτήριον, ἐπὶ τὸ θέατρον, πανταχοῦ παραγίνεσθαι, ἀγωνιζόμενον ἐπαινεῖν, δημηγοροῦντα θαυμάζειν, ἤδη δὲ καὶ τοὺς προγόνους καὶ τὰ σεμνὰ θρυλεῖν διηγή- [*] [*] [*]

556
μάτα κέρδος ἦν σιωπᾶν, τοὺς Ἀλκμαιωνίδας, τὴν τῶν τυράννων κατ ἄλυσιν, τὸν μυστικὸν ὁπλίτην τὸν Καλλίαν, τὰς δᾳδουχίας αὐτοῦ, τὸν μετὰ τῶν λαμπά- δων εἰς Μαραθῶνα δρόμον, τὴν ἐν Σαλαμῖνι Κλεινίου
ναυμαχίαν ἐπαινεῖν, τὴν Ξανθίππου περὶ Μυκάλην στρατηγίαν θαυμάζειν, τὴν Ἀγαρίστην ἐκπλήττεσθαι, RIV 193 τὴν Δεινομάχην μακαρίζειν οἷον ἄγαλμα εἰς φῶς ἤγαγε, τὸν Ὀλύμπιον προσκυνεῖν, καὶ οὐκ ἀρκεῖ, τι- μᾶν δὲ ἤδη καὶ Ἀσπασίαν μετὰ Σωκράτους τὴν ἐκ
Μιλήτου τὴν ἐξ οἰκήματος ὧς Διοτίμαν ἐπαινεῖν τὴν σοφήν. ταῦτα γὰρ Ἀλκιβιάδης ἀπαιτεῖ παρ ἡμῶν καὶ τοιούτοις ἥδεται.