Libanius, Declamatio 10

Declamatio 10

Chapter 1 (1)

1
484
X.
Ἐκ τοῦ ἐναντίου Θεμιστοκλῆς.
[*]

ὤιμην μέν, ἄνδρες δικασταί, αὖθις κατη- γορήσοντά μου Νεοκλέα καὶ τῶν πρότερον ἐκείνων πολὺ μείζους αἰτίας ἐποίσοντα πρὸς τουτὶ συλλέξαι τὸ δι-
καστήριον ὑμᾶς, ἐκ γὰρ ὧν ἐπεπόνθειν ταῦτα ἐλπίζειν εἶχον· ἐπεὶ δὲ βραδέως ἀνέμνησεν ἑαυτὸν ὡς ἐξ αὐτοῦ γενοίμην καὶ φιλάνθρωπος εἶναι πρὸς ἐμέ φησι, ταύ- της μὲν αὐτῷ τῆς δόξης οὐ φθονῶ, ἀλλ ἴστω πατέ- ρων πρᾳότατος καὶ καλείσθω τοῦτο παρ ὑμῖν, ἐμὲ δὲ
ἐπὶ τῆς συνηθείας ἐν κατέστησεν αὐτὸς ἐάτω καὶ τὸν ἄλλον διάγειν χρόνον, ὡς μὴ κατ ἄμφω λυποίη, τότε μὲν ἐκβάλλων ὠμῶς, νῦν δὲ οὐ βουλόμενον εἰσ- άγων.

[*][*][*][*][*][*]
485

2. Οὗτος μὲν οὖν τὴν ἐμὴν δόξαν ἐλάττωμα πρὸς τὸν ἀγῶνα νενόμικεν ἑαυτῷ, ἐγὼ δὲ τὸ τοῦ πατρὸς ὄνομα καὶ τὸ πατέρας ὑμᾶς εἶναι τοὺς δικάζοντας δέ- δοικα. ἔστι γὰρ φόβος οὐ μικρὸς μὴ τοῖς δικαίοις αὐτοῖς περιὼν καὶ δεικνύειν ἔχων ὡς εἰκότως ἂν διω-
θοίμην ἐφ ἅπερ οὗτος καλεῖ δόξω τραχύς τις [*] εἷναι καὶ χαλεπὸς ταῖς προσηγορίαις ὑμῶν τὸ πρᾶγμα κρινόντων. δεῖ δέ, οἶμαι, τούς γε βουλομένους ὀρθὴν θέσθαι τὴν ψῆφον πάντα ἀνελόντας ἐκ μέσου πρὸς ἓν ἐκεῖνο βλέπειν, πότερος δικαιότερα λέγει, κἂν μὲν
εὑρίσκητε τοῦτον, τούτῳ δοῦναι τὰς ψήφους, ἂν δὲ ἐμέ, ἐμοί.

3. Εἰ μὲν οὖν ἦν μοι καλόν τε καὶ συμφέρον τὸ τὴν τοῦ παιδὸς καὶ τὴν ἀρχαίαν κομίσασθαι τάξιν. οὐκ ἂν οὗτος ἧκέ με παρακαλῶν καὶ δεόμενος δοῦναί
μοι χάριν, ἀλλ αὐτὸς ἂν τὴν ὑπὲρ τούτων ἐποιούμην σπουδὴν καὶ προσέπεμπον ἂν τοὺς μάλιστα αὐτῷ χρω- μένους δι ἐκείνων ἀξιῶν μοι γενέσθαι τὰς διαλλαγάς· νῦν δὲ ἐξ αὐτῶν ὧν αὐτὸς μὲν βούλεται. παρασχεῖν, ἐγὼ δὲ ὀκνῶ λαβεῖν σκέψασθε, ἄνδρες δικασταί, τὴν θαυμαστὴν δωρεάν. εἰ γὰρ μηδεὶς ἂν εὖ φρονῶν φύγοι τὸ λυσιτελοῦν, μαρτύριον ὑμῖν ἴστω τοῦ μὴ [*] [*] [*] [*] [*]

486
συνοικεῖν με Νεοκλεῖ τῷδε τὸ ταῦτα ἐφ ὧν νῦν εἰμι προτιμᾶν ὧν οὗτος δίδωσι. καὶ μηδὲ ἐμὲ βλάψαντες ἀντιστῆτε κατὰ τῶν ἐμοὶ συμφερόντων.

4. Δοκεῖ δέ μοι Νεοκλῆς οὐχ φησιν ἐθέλειν
οὐδ ἐπιθυμεῖν αὖθις ἡμᾶς συνελθεῖν, πάλαι γάρ μου κατέγνωκε τὴν ἐσχάτην κακίαν, ἀλλ μὲν ἐπὶ τὸν οἶκον παράκλησίς ἐστι παραπέτασμα, τὸ δὲ τῆς σπου- δῆς ἀπολογία τις περὶ τῶν εἰς ἐμὲ πεπραγμένων πρὸς ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας. αἰσθάνεται γὰρ
τῶν τε πολιτῶν πολλοὺς τῶν τε Ἑλλήνων οὐκ ὀλίγους κατηγοροῦντάς τε αὑτοῦ καὶ τοιαῦτα λέγοντας· οἷον ἄρα ἠδίκησεν ἐν παιδὶ Νεοκλῆς. ὧς ἄγριος καὶ θηριώδης καὶ προδότης τό γε αὑτοῦ μέρος τῆς [*] τῶν Ἑλλήνων σωτηρίας. τοῦτον ἡγήσατο
κακὸν οὕτως ὄντα ἀγαθόν, τοῦτον ἀποκηρύ- ξεως ἄξιον, ὃν καὶ ποιήσασθαι υἱὸν μέγα κέρ- δος ἄν τις ἡγήσαιτο νοῦν ἔχων.