60
πρὸς τῶν θεῶν, εἴ τις αὐτοῦ τὴν τιμὴν
ἀφελόμενος ἡμέρας ἢ πλείους ἢ ἐλάττους, εἶτ’ αὖθις [*]
339
ἑκὼν ἀπαλλάττοιτο τὴν βασιλείαν ἀποδούς, ἆρ’ ἂν ἡγή- σαιτο μηδὲν ἄξιον δίκης πεπρᾶχθαι; τί δ’ εἴ τις τῇ Κλυταιμνήστρᾳ συνοικοίη, μέχρις ἂν οὗτος ἀπῇ, φα- νέντος δὲ μηκέτι προσίοι τῇ γυναικί, ἆρ’ ἂν εὐγνώ- μονα καὶ βέλτιστον κρίνειε τὸν οὐκ ἄχρι παντὸς ἀδι- κοῦντα;