καὶ οὔτε καρ- ποὶ πρὸς αὐτούς εἷλκον αἰωρούμενοι τοῖς κλάδοις, οὐ νῶτα ληίων, οὐ θαλάττης ἐργάται, καίτοι πέφυκέ πως ὁδοιπόρων ὀφθαλμὸν ἐπισπάσασθαι θαλαττουργὸς καὶ
κώπην ἀναφέρων καὶ δίκτυον ἀφιεὶς καὶ δι’ ἀγκίστρων ἐπιβουλεύων ἰχθύσιν, ἀλλ’ ἦν δεινοτέρα γοητεῦσαι τῆς πόλεως ἡ μορφή. καὶ τυραννεύουσα τῷ κάλλει τῶν ὀμμάτων μίαν αὐτοῖς εἰργάζετο τάσιν τὴν πρὸς αὐτήν. ἴσον δέ τὸ πάθος τῷ τε πρῶτον ὁρῶντι καὶ
ὅστις ἐνεγήρα τῇ πόλει.