Libanius, Oratio 58

Oratio 58

Chapter 9 (9)

9

τῶν αὐτῶν τοίνυν τούτων ἡττᾶται καὶ τὰ τοῦ διδασκάλου τοῦ μέχρι μὲν μεσημβρίας εἰδό- τος τὸν νέον, μετὰ ταῦτα δὲ οὐχ ὁρῶντος οὐδέ συν- όντος οὐδέ πονοῦντος περὶ αὐτόν. καὶ τὰ παρ αὐτοῦ
[*] [*]

186
δέ τοῦδε διδόμενα τῷ παιδὶ τῷ παιδαγωγῷ φυλάττεται. δι ὧν γὰρ ἂν φυλακὴ γένοιτο, τῶν παιδαγωγῶν ἐστιν ἐπικειμένων, κεκραγότων, ῥάβδον δεικνύντων, σκῦτος σειόντων, εἰς μνήμην τὸ ληφθὲν ἀγόντων τοῖς
περὶ αὐτὸ πόνοις τοῖς μὲν ἀνιαροῖς, τοῖς δ ὑπὸ τῆς μελέτης οὐκ ἔτι λυποῦσιν.