Libanius, Oratio 58

Oratio 58

Chapter 16 (16)

16

διά τοῦτο δικάζει μὲν πολλάκις ἀνὴρ πολλὰς δίκας ὀφεί- λων καὶ ἀποκτίννυσί γε τοὺς ταὐτὰ δεδρακότας ἑαυτῷ, προσπίπτει δὲ οὐδεὶς οὐδὲ ἐκβαλὼν τοῦ θρόνου καὶ καταβαλὼν παίει τοῖς αὐτοῦ ποσὶ τὴν ἐκείνου κεφα-
λήν, ἀλλ γράψεται καὶ κρινεῖ καὶ διδόντα δίκην [*]

189
ὄψεται τοῦτο οὐ ποιῶν ἔξει παρ ἑαυτῷ τὼ [*] χεῖρε. οἶα πρῴην ἑωρῶμεν περὶ τῶν ἀρχόντων τοὺς δωροδοκήσαντας. ἐπέστη κατήγορος. ἐκλήθησαν μάρ- τυρες δι ὧν βαδίζον ἦλθεν εἰς τὸ δωμάτιον ἐκείνῳ τὸ χρυσίον. ἐφάνη. εἶτ ἀρνήσεως οὐκέτ οὔσης εἰσε-
πράττετό τε καὶ τά δοκοῦντα τοῖς νόμοις ἐπράττετο.

17. Ἔδει τοίνυν καὶ τὰ παρ ὑμῶν εἶναι τοιαῦτα, γραφήν, κατηγορίαν, ἔλεγχον. καὶ οὐδεὶς ἂν ἣν τοὺς ἐλέγξαντας αἰτιώμενος, ἀλλὰ τοὺς ἠδικηκότας καὶ φα- νερῶς οὕτως ὡς μηδέ ἐγγενέσθαι λαθεῖν. νῦν δὲ
ἐκεῖνα μὲν φυγόντες, τυραννεῖν δὲ τῶν παιδαγωγῶν ἀξιοῦντες οὐκ ἂν ἔχοιτε λέγειν, ὡς οὐκ ἠδικήκατε, ἄλλως τε καὶ τρόπον ἀσελγέστατον ὑβρικότες, οὐκ οἶδα ὁπόθεν εἰσελθόντα τὸ πρῶτον, οἷ δὴ καὶ πρῶτον εἰσῆλ- θεν.