καὶ μὴν τούς γε τῶν οἰκετῶν κλέπτειν μεμαθηκότας μαστιγοῦμεν καὶ ταῦτα εἰδότες, ὡς καὶ ἐν αὐτῷ τῷ τὰς πληγὰς ἰᾶσθαι χρῶνται τῷ τρόπῳ κἀν τοῖς αὐτοῖς αἱ χεῖρες. ὁ δεσπότης δὲ εἰ καὶ μὴ τὸν οἰκέτην μετέβαλεν, ἀλλ’ αὑτόν γε κατέ-
στῆσεν ἄμεμπτον ταῖς ἐφ’ ἑκάστῳ πληγαῖς. τί δ’ οἱ τοὺς ὄνους ὑπὲρ τάχους παίοντες οὐχὶ καὶ τῆς [*] βραδυτῆτος μενούσης παίουσιν ὅμως τὸ δοκεῖν ἐλλείπειν τὰ παρ’ αὑτῶν φυλαττόμενοι;
25. Γίγνου δὴ καὶ αὐτὸς ἡμῖν ὑπὲρ τῆς βουλῆς ἀνήρ, εἰ καὶ τηνάλλως πονήσεις καὶ οἱ τὰ τοιαῦτα μένειν οὐκ ἐάσοντες γενήσοιντο. ἴσως δὲ οὐδὲ την- άλλως ἀκριβεῖ λόγῳ τοῦτο ἔστιν, ὅταν ἐν αὐτῷ τι τῷ
πεπονηκέναι κέρδος ᾖ. οἷον δή τι καὶ τοὺς κλύδωνι διαφθειρομένους ἔστιν ἰδεῖν ποιοῦντας. ἴσασι μέν, ὡς ὁ χειμὼν περιέσται τιθεὶς ὑπὸ τῇ θαλάττῃ τὸ πλοῖον καὶ οὐδεμία τέχνη τοῦτ’ ἐξαρπάσαι δυνήσεται, τὸ δ’ ὅ τι δύναιντο βοηθεῖν οὐ προκαταλύουσιν. ἀλλ’
οὐδὲ τὰς μελίττας μέντοι παύει τῆς ἐργασίας τὸ τοῖς πεπονημένοις τοὺς κηφῆνας ἐπιτίθεσθαι, ἀλλ’ οἱ μὲν ἐσθίουσιν, αἱ δὲ ὑφαίνουσιν.
26. Ἔτι τοίνυν οὐκ ἐκείνων ἢ τούτων αἰ λύσεις. ἢν γὰρ δὴ μὴ τούσδε λάβωσι συνεργούς, αἱ ’κείνων
συμμαχίαι σκιὰν ἤνεγκαν συμμαχίας. τὸ οὖν τι τὸν Φίλιππον δύνασθαι παρὰ Λασθένους ἐ·στι, παρ’ Εὐθυ- κράτους ἔστι, παρὰ τῶν ἄλλων ὅσοι δούλας τὰς αὑτῶν ἐκείνου κατέστησαν δώροις, οὐχ ὅπλοις πολεμοῦντος. δῶρα δὴ καὶ τούτους ἀδικεῖν ἀναπείθει, καὶ μέχρις
ἂν αὐτοῖς ἀζήμιον τοῦτο ᾖ, τρυγῶντες οὐ παύσονται.
27. Μάστιγι τοίνυν αὐτοὺς ἀμείνους ἀπόφηνον, ὅπερ αὖ καὶ τὸν Δία πεποιηκέναι φησὶν Ὅμηρος, [*] καὶ ἐπειδὴ μὴ ἑκόντες, ἄκοντες τὰς βουλὰς εὖ ποι- ούντων. ἃς σὺ μὲν ἀνορθοῖς, οἱ δὲ ἐναντιοῦνται περὶ μὲν τοῦ πῶς ἂν ἵππος ἵππου καὶ ἡνίοχος ἡνιόχου καὶ
ὀρχηστὴς ὀρχηστοῦ κρατήσειε [καὶ] σκοποῦντες βουλευόμενοι καὶ παντὸς ἁπτόμενοι καὶ λόγον καὶ ἔργου, τὰ δὲ τῶν βουλῶν ἐῶντες κατερρυηκέναι δεδιότες μὴ παύσῃς αὐτὰς ἀτυχούσας, ἐπαινοῦντες πλοῦς βλα- βεροὺς ταῖς ἀθλίαις νεότητα βεβουλευκότων γενῶν
ἄγοντας, τοὺς μὲν εἰς Φοινίκην, τοὺς δὲ εἰς Ἰταλίαν, οὐχ ὡς ἐπὶ καλλίω τῶν παρ’ ἡμῖν πεμπόντων ἐκεῖσε τῶν γονέων, ἀλλ’ οὐκ ἀγνοοῦσι μὲν τὴν τούτων εὐ- γένειαν, ἀπαλλαγὴν δὲ βουλῆς ἐν ἐκείνοις ὁρώντων.