σὺ δὲ ἀνέστης καὶ ἀπεπήδησας, ὥσπερ αὐτὸς ὢν Ἐλπίδιος. εἰ δ’ ἀχθε- σθῆναι φῄς οὐκ ἐν δίκῃ κακῶς ἀκηκοότος τοῦ φίλου, χρῆν ἐλέγχειν καὶ ταύτῃ τῷ φίλῳ βοηθεῖν. ἀλλ’ οὐκ ἐνῆν. πῶς γὰρ τῷ καὶ αὐτῷ φάσκοντι τοιοῦτόν τινα
περὶ αὐτοῦ δεδέχθαι λόγον;
17. Διὰ δὴ τῆς δεινῆς ταυτησὶ τιμωρίας ἴσθι διδάξας ἡμᾶς, ὃς ἐν νεότητι γένοιο. τί δὴ καὶ βεβλάμμεθα ταύτῃ τῇ δίκῃ, μόθοιμ' ἂν ἡδέως. οὔτε γὰρ χείρω μοι τὰ περὶ τὴν τέχνην οὐκέτ’ εἰσιῶν ἐποίεις οὔθ’ ἡνίκα εἰσῄεις, βελ-
τίω, ὃς εἰς φλυαρίαν μὲν οὐκ ὀλίγον κατανήλισκες τοῦ χρόνου, ὂν δὲ λέγοντα κατελάμβανες νέον, ἀθυμεῖν ἠνάγκαζες τῇ περὶ τὴν ἀκοὴν ὠμότητι.