εἰ μὲν οὖν κατερρᾳθυμηκότος ἐμοῦ τοιαῦτα ὁ θρασὺς οὑτοσὶ παιδαγωγὸς εἰρηκὼς ἐτύγχα- [*] [*] [*] [*] [*] [*] [*] [*] [*]
3. Ἐποιήσατό τις τῶν νέων ἐπίδειξιν ἀγῶνα ἐπὶ προάγωνι γεγονὼς μὲν ἔτη πεντεκαίδεκα, πλεῖστα δὲ νέων ἐν ὀρφανίᾳ πεπονηκώς, ἡδονῶν δὲ οὐ καλῶν,
εἴπερ τις, κεκρατηκώς, ἔχων δέ, εἰ βούλοιτο, προγόνων ἀρετὰς λέγειν ἔν τε τάξει στρατιώτου φανείσας ἔν τε ἡγεμονίαις. μέγιστος δὲ τῷ νέῳ κόσμος ἡ σωφροσύνη καὶ τὰς τῶν πονηρῶν γλώττας διαφυγοῦσα. τούτῳ δ’ ἄν τις ἕτερος προσέθηκε τὴν περὶ τὰς ἀμοιβὰς προθυμίαν καὶ
δικαιοσύνην καὶ ὡς πᾶν ὃ τελέσειε μικρὸν αὐτῷ κέκριται. [*] [*] [*]