καί-
τοι τοῦτο τί ἕτερόν ἐστιν ἢ ἐν εἰρήνῃ πολεμεῖσθαι τοὺς γεωργούς; οὐδὲν γὰρ αὐτοῖς ἐλάττους ποιεῖ τὰς συμφορὰς τὸ παρὰ τῶν οἰκείων πάσχειν κακῶς, εἰ μὴ καὶ δεινότερον τὸ οὓς εἰκότως ἂν ἐν ταραχαῖς εἶχον συμμάχους, ὑπὸ τούτων ἐν ἡσυχίας καιρῷ πάσχειν οἷα
διῆλθον.
14. Καίτοι τί μαθών, ὦ βασιλεῦ, τὰς δυνάμεις συνέχεις καὶ ὅπλα κατασκευάζῃ καὶ στρατηγοῖς κοινο- λογῇ καὶ τοὺς μὲν ἐκπέμπεις οἷ συμφέρει, τοῖς δὲ ἐπιστέλλεις ὑπὲρ τῶν ἐπειγόντων, τοῖς δὲ ἀντεπιστέλ-
λεις ὑπὲρ ὧν ἐρωτῶσι; τὰ δὲ τείχη ταῦτα τὰ καινὰ [*] καὶ οἱ θερινοὶ πόνοι τί βούλεται ταυτὶ πάντα καὶ ποῖ βλέπει; καὶ τί προξενεῖ ταῖς τε πόλεσι καὶ τοῖς ἀγροῖς τὸ ζῆν τε ἐν ἀδείᾳ καὶ καθεύδειν ἀκρι- [*]
15. Παραβαίνοντας γάρ φησι τὸν οὐκ ἐῶντα θύειν νόμον καὶ θύοντας ἐτιμωρούμεθα. ψεύ-
δονται, ταῦτα ὅταν λέγωσιν, ὦ βασιλεῦ. οὐδεὶς γὰρ οὕτω θρασὺς τούτων δὴ τῶν τῆς ἀγορᾶς ἀπείρων, ὡς ἀξιοῦν εἷναι κυριώτερος νόμου, νόμον δὲ ὅταν εἴπω, τὸν τεθεικότα λέγω. πιστεύεις οὖν, ὡς οἱ μηδὲ τὴν
τοῦ πράκτορος χλαμύδα φέροντες οὗτοι βασι- [*] λείας ἂν κατεφρόνουν; ταυτὶ δὲ τὰ παρὰ τούτων ἐλέ- γετο μὲν καὶ παρὰ Φλαβιανῷ πολλάκις, ἠλέγχθη δὲ οὐδεπώποτε. οὐδὲ γὰρ νῦν.