ἐποιούμην δὲ τότε οὐ πρὸ τοῦ Κανδίδου τὸν Ἀντίοχον, ἀλλὰ πρὸ τοῦ ἀδίκου τὸ δίκαιον· τοῦτο μὲν γὰρ ὑπῆρχεν Ἀντιόχῳ, τοῦ Κανδίδου δὲ ἦν ἐκεῖνο. οὐδεὶς δὲ οὐδὲ τῶν ἀδικωτάτων ἀνθρώπων τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐκ αἰδέσιμον ἡ τοῦ δικαίου τάξις. διὰ
τοῦτο κἀκ τῶν ἀπράτων δικαστηρίων ἀπιόντας ὁρῶμεν νενικηκότας οὐκ ἀεὶ τοὺς εὐπόρους, ἀλλά ποτε μὲν τούτους, ποτὲ δὲ τοὺς πενεστέρους τῶν δικαίων ποι- ούντων ἑκάτερον.