Libanius, Oratio 27

Oratio 27

Chapter 29 (29)

29

καὶ τὰ πλείω τῆς τραγῳδίας ταύτης, τοῦ τήν τε θυγατέρα
ἔχοντος αὐτοῦ καὶ συνόντος καὶ συνημμένου πάντα ἐστὶ κακουργήματα ἐνδεικνυμένου τοῖς ἀδικουμένοις, [*] ὅτι καὶ αὐτῷ τι δοτέον. οἱ δὲ διδόασιν ἀμφο- τέροις. πόθεν οἴει τὸν ἄπορον Κάλλιππον ἑστιάτορα εἶναι λαμπρὸν πειρώμενον οὐδὲν ὄντα ἀποφῆναι τὸν
Ῥωμαῖον ἐκεῖνον ἀπ αὐτῶν τῶν φασιανῶν ἀρξάμενον;

30. Πάντα ταῦτα, Ἰκάριε, κλοπαὶ εἰ βούλει γε, μισθὸς παρὰ μὲν οὔπω πληγέντων τούτου, παρὰ δὲ τῶν τοῦτο παθόντων τοῦ μὴ χαλεπώτερα. σὲ δὲ των οὐδὲν εἰς ὀργὴν ἄγει διὰ τοὺς ἐπᾴδοντας, οἳ με-
γάλοι μὲν ἦσαν ἐπὶ τῆς ἀρχῆς Κόκκου, μεγάλοι δὲ νῦν οὐ ταῦτα ἡμῶν ἐλπισάντων, ἀλλὰ μικροὺς μὲν [*] [*] [*]

37
τοὺς τότε μεγάλους, ἐν τιμαῖς δὲ ἔσεσθαι τοὺς τότε ὑβριζομένους. σὺ δὲ ἑκατέροις τὰ πρόσθεν ἐφύλαξας, τοῖς μὲν τὸ δύνασθαι, τοῖς δὲ τότε εἶχον, καὶ τοὺς μὲν λογισμοῖς ἐφίστης λημμάτων παρέχων ἀφορμάς, οἱ δὲ οὐ δυνηθέντες ἐπαινέσαι Κόκκον, κἂν τὰ ἄριστα
λέγωσιν, ἐκβαλλόμενον αὑτοῖς ὁρῶσιν ὑπὸ τοῦ σοῦ προσώπου τὸν λόγον.