καὶ τί ἂν νο- μισθεῖεν οἱ ἅμα τε ἀνηγμένοι καὶ καταδύντες, οἷα πολλὰ δρᾶται τοῖς ἐξαίφνης ἀνέμοις; εἰ γὰρ δὴ τόδε ἐλεεινόν, ὁ πελάγη τε διαβαλὼν καὶ πολλάκις μὲν κατηρ- κώς, πολλάκις δὲ ἀναχθεὶς πράσει τε τῇ τῶν φορτίων
τὸ βαλάντιον ηὐξηκὼς πῶς οὐκ ἂν μετὰ Τύχης ἧφθαι τῆς ἐμπορίας δοκοίη; ἀφ’ ὧν τοίνυν καταψεύδονται [*] [*]
15. Ἀλλ’, ὦ ἄνθρωπε, προσκύνει τὴν θεόν, ὡς εὐτυχὴς, ἢν ὑγιαίνῃς μὲν τὴν ψυχήν, ἀκέραιον δὲ ᾖ
σοι τὸ σῶμα, ἡ γυνὴ δὲ σωφρονῇ, κόσμιοι δὲ ὦσιν οἱ παῖδες, μένῃ δὲ τὰ πατρῷα, φίλων δὲ ἀπολαύῃς σαφῶν.