Libanius, Oratio 1

Oratio 1

Chapter 27 (27)

27

ἐπὶ δὲ ἀγγελίᾳ τῇ περὶ τῆς πράσεως Ἀθήναζε ἡκούσῃ πάντως ἂν αὐτοῦ κατέμενον οὐδέν τι τοῖς κτηθεῖσι χρώμενος, δὴ πολ-
λοὺς τῶν νέων κατέλαβε θρόνων τε οὐ δυνηθέντας ἀντιλαβέσθαι τῶν αὐτόθι πρὸς γῆράς τε μετ ἀφωνίας ἥκοντας. μηχανᾶται δή τι τοιόνδε. Κρισπίνῳ μάλα ἐχρώμην Ἡρακλεώτῃ νεανίσκῳ τὸν ἴσον ἐκεῖ μοι δια- τετρφότι χρόνον, τὸ δύνασθαι λέγειν μετὰ μικρῶν
φύσις ἐχαρίσατο πόνων, ἡλικιώτης δὲ ὢν ἐμὸς πατέρα με ᾤετο προσορᾶν καὶ τοῖς ἐμοῖς νόμοις ἐν μείζοσί τε καὶ ἐλάττοσι πειθόμενος πατρῴας οὐ κατῄσχυνεν ἀρε- τὰς ἡγουμένου πάντων αὐτῷ ῥημάτων ἐρυθήματος. οὗτος οἴκαδε καλούμενος ὑπὸ τοῦ θείου, θείου τινὸς
ὡς ἀληθῶς ἀνθρώπου καὶ πλείω γε θεοῖς ἀνθρώποις ὁμιλήσαντος ἐν γῇ, καίτοι νόμος γε εἶργε καὶ ἦν δίκη τῷ τολμῶντι θάνατος, ἀλλ ὅμως σὺν αὐτοῖς ἐκεί- [*] νοῖς πορευόμενος τὸν βίον νόμου τε πονηροῦ καὶ νομοθέτου δυσσεβοῦς κατεγέλα ὡς οὖν ἐκέκλητο
καὶ μένειν οὐκέτ ἦν, καρδία οἱ καθ Ὅμηρον γάλα στήθεσσι πάτασσε καὶ μᾶλλόν γε εἰ ἤρχετο πολεμίοις συμμίξων· ἐν πολίταις γὰρ αὖ δεξιοῖς καὶ [*] [*]

97
περὶ σοφίαν διατρίβουσι μέλλων δείξειν τὰ Ἀθήνηθεν ἀγωνίσματα νεανίσκος εὐλαβής τε καὶ τοιούτων ἄθλων ἄγευστος εἰκότως ἐδείμαινε.