Origen, Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum)

Fragmenta In Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum)

Fragment 4 (4)

4
Ι Sam. 15, 9-11.

Ὥσπερ ἐπ ἀνθρώπων μὲν χεὶρ καὶ ποὺς καὶ ὀφθαλμὸς καὶ

2.479

οὖς καὶ εἴ τι τοιοῦτον ὀνομάζεται σημαντικὰ τῶν μελῶν τοῦ ἠμετέρου σώματός ἐστιν, ἐπὶ δὲ θεοῦ χεὶρ μὲν τὸ δημιουργικόν, ἀφθαλμὸς δὲ τὸ ἐποπτικόν , καὶ οὖς μὲν τὸ ἀκουστικόν, ποὺς δὲ τὸ τῆς [*]
296
παρουσίας ὅταν ἐνεργῇ τι· οὔτω καὶ θυμὸς μὲν θεοῦ λέγεται παιδεία κατὰ τῶν πταιόντων, οὐ πάθος θεοῦ, μεταμέλεια δὲ ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις τῆς τοῦ θεοῦ οἰκονομίας. γὰρ ἠμεῖς μεταμελούμενοι ποιοῦμεν, τουτέστιν ἐκεῖνα μὲν φεύγομεν ἐφ
οἶς μετεμελήθημεν, ἕτερα δὲ διώκομεν τὰ κρείττω, τοῦτο μεταμέλεια θεοῦ λέγεται. διατί; ἐπειδὴ σωματικώτερον τοῖς βαρυτάτοις τὴν διάνοιαν ἔδει περὶ τοῦ θεοῦ τοὺς προφήτας ὀμιλεῖν, ἴνα χωρηθῇ· οἱ γὰρ ἀγάλματα ἅπερ ἔγλυφον καὶ ἐχώνευον θεοὺς νομίζοντες, ἤδη δὲ καὶ ἄλογα, πῶς ἂν ἐχώρησαν διὰ πνευματικῶν νοημάτων τε καὶ
ῥημάτων τὰ περὶ θεοῦ λεγόμενα;

Καὶ πάλιν·

Εἐ πάντα πρόοιδεν θεός, οὐκ ἀφ ὧν δὲ οἶδε θυμοῦται οὐ πάθος ἄρα θεοῦ θυμὸς μεταμέλεια, ἀλλὰ τοῦ θυμοῦ ἔργον κόλασις καὶ τὸ τῆς μεταμελείας ὁμοίως ἀπόστασις μὲν

2.480

τοῦ προτέρου πράγματος, μετάθεσις δὲ εἰς τὴν ἑτέραν οἰκονομίαν. οὕτω καὶ περὶ ῥομφαίας λέγεται· ῥομφαία ὀξύνου καὶ καὶ χεὶρ ὠνόμασται σιδήρου Σολομών· »ἵνα ῥύσηταί σε ἐκ χειρὸς σιδήρου«) καὶ ῥομφαίας ὠς Δαβίδ φησιν· »εἰς χεῖρας ῥομφαίας‘). οὕτω καὶ θυμὸς τοῦ θεοῦ ὀργίζεσθαι λέγεται καὶ πρόσωπον ἔχειν
ἁμαρτία κατὰ τὸν Δαβίδ, καὶ πρόσωπον τοῦ θεοῦ θυμός, ὡς ἐν τῷ τριακοστῷ ἐβδόμῳ Ψαλμῷ, καὶ χερσὶν οἱ ποταμοὶ κροτεῖν. οὔτε δὲ ποταμοῖς χεῖρές εἰσιν οὔτε πρόσωπον ἁμαρτίαις. μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὠς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν παθῶν αὐτὸν πεπληρῶσθαι.


{Οὐ τὸ εὐπερίστρεπτον τῆς ἀνθρώπου γνώμης τῷ ἡμεῖς γὰρ ἐφ ἐαυτῶν τὰς τροπὰς τῆς θείας οἰκονομίας τὰς ἐφ ἡμῶν δικαίως συμβαινούσας ἀπεργαζόμεθα, ἀναξίους ἑαυτοὺς δεικνύντες διὰ τῶν πράξεων τῆς παρὰ τοῦ θεοῦ δωρηθείσης τιμῆς. καταγνοὺς οὑν τοῦ Σαοὺλ καὶ βουλόμενος τῷ Δαβὶδ παραδοῦναι τὰ
τῆς ἀρχῆς καὶ τῷ σπέρματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως ἁπάσης, ἀνθρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγόμενος, καὶ εἶπεν· μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, ἀντὶ τοῦ [*] [*]

297
ἑτέρῳ βούλομαι δοῦναι τῆς βασιλείας τὴν ἀρχήν, τοῦτον δὲ τῆς δυναστείας.

Τὸ μεταμεμέλημαι διὰ τὸν Σαοὺλ τουτέστιν οὕτω ἀνάξιον ἑαυτὸν τῆς βασιλείας ἐποίησεν, ὥστε εἴ γε φύσιν εἶχον μετανοοῦσαν,
μετέγνων ἂν ἐπ αὐτῷ. διὰ τί οὖν ἐχρίσθη; ὅτι τότε ἄξιος ἦν. τραπεὶς δὲ πάλιν ἀνάξιος γέγονεν.