Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς έν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· »ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;« σύμφωνον δὲ τὸ »οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ«· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· »διαλειπέτω ἡ φωνή σου ἀπὸ
κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων«.