Σκηνὴν μὲν τὸν ναόν, ἅμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἱσραὴλ κατὰ τὸ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρας« παρὰ Δαβίδ, καὶ »ἀμπελὼν ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ« παρὰ Ἡσαΐᾳ. καὶ Δαβὶδ μὲν
ἐπάγει · »ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς;« καὶ τὰ ἑξὴς, ὁ δὲ Ἠσαΐας· »ἀφεῖλες τὸν φραγμὸν αὐτοῦ« καὶ τὰ ἐπὶ τούτῳ. ταῦτα καὶ ὁ παρὼν ἐδήλωσε Θρῆνος. συστείλας γὰρ ἑαυτοῦ τὴν φρουρὰν ὁ θεὸς τοῖς πολεμίοις παρέδωκεν, οὐκέτιο κύκλῳ αὐτοῦ παρεμβάλλον- τος x003E; διὰ τὸ μὴ φοβεῖσθαι τὸν x003C;. κατήργησε δὲ καὶ
τοὺς κατὰ νόμον εἰς λατρείαν καιρούς, ὡς ἔν Ἡσαΐᾳ φησί· »νηστείαν καὶ ἀργείαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«. ὅπερ λήθην ἐκάλεσεν, ἀλλ’ οὐχ ὡς πάθος ἀνθρώπινον. παρώξυνε δὲ βασιλέα καὶ ἱερέα, ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ’ ἀσε- βούντων ὑφίστανται.