Οὐ χαλεπὸν δὲ ἰδεῖν, πῶς ληνὸν ἐπάτησε κύριος παρθένω
θυγατρὶ Ἰούδα· ἐπεὶ γὰρ ἅ σπείρει ἕκαστος, ταῦτα καὶ θερίσει τάχα δὴ καὶ ἃ γεωργεῖ, ταῦτα καὶ τρυγᾷ. ὁ μὲν οὖν κρείττονα οἶνον ποιήσας εὐφρανθήσεται ἀπὸ τῶν ἱδίων γεννημάτων, ὁ δὲ γεωργήσας ἅμπελον Σοδόμων καὶ κληματίδα Γομόρρας καὶ καρποφορήσας στα- φυλὴν χολῆς καὶ βότρυν πικρίας καὶ θυμὸν ἀσπίδων ἀνίατον, πάντων
ὑπὸ κυρίου συναγομένων εἰς μίαν ληνόν, πατουμένων κακῶν ἔργων αὐτοῦ καὶ θλιβομένων, τοῖς τοιούτοις ἀκολούθως καρποῖς πίεται ὑπὲρ τοῦ τὴν χολὴν ἐμέσαι καὶ τὴν πικρίαν καὶ τὸν θυμόν. καὶ πίεται, κατὰ μὲν τὸν Ἱερεμίαν εἰς τὸ ἐξεμέσαι, κατὰ δὲ τὸν Ἡσαΐαν εἰς τὸ ἐξεγερθῆναι καὶ ἐνδύσασθαι δόξαν τὴν συγγενῆ·
οὐ γὰρ μάτην ληνὸν πατεῖ κύριος, καὶ μάλιστα παρθένῳ θυγατρὶ Ἰούδα.