19
Klagel. Jerem. 1, 6.
Πρὸς δὲ διάνοιαν ἡ τοιάδε ψυχὴ θυγάτηρ ἐστὶ Σιών· οἷόν ὡς θυγάτηρ δικαιοσύνης ἡ δικαία καὶ τέκνον σοφίας ἡ σοφή , οὕτω δὲ ἐπεὶ Σιών ἐστι τὸ Σκοπευτήριον) ἡ σκοπευτικὴ καὶ θεωρητικῶς
διεξοδικὴ θυγάτηρ Σιὼν ἂν λέγοιτο. εὐπρέπειαν δὲ αὐτῆς καὶ [*] [*]
243
ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων; ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρἐπειαν καὶ ἀξίωμα, τῆς τε τούτων συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα. ἄρχοντες δὲ οἱ ἡγησάμενοι τοῦ λόγου καὶ χειραγωγήσαντες ἐπὶ τὴν κτῆσιν τῆς προειρημένης εὐπρεπείας, δίκην κριῶν, τῶν ἡγησαμένων, τῆς τῶν προβάτων ποίμνης οὐχ εὑρισκόντων νομήν, ἐν σπάνει κατέστησαν καὶ αὐτοί, ἀνέντες τὴν προσοχὴν τῶν δυναμένων αὐτούς τε καὶ τὰ πρόβατα, ἴν οὕτως εἴπω, πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος, ὅστις ἐστὶν ὁ ἀντίδικος ἡμῶν διάβολε, ἔμπροσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων 327
βασιλἐα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· »ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών«.