Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι
δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων. εἴποις δ’ ἄν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ«, ὑφ’ οὗ, φησὶν ἡ νύμφη, τετρωμένη ἀγάπης εἰμὶ ἐμώ«. λέγει δὲ καὶ ὁ Δαβίδ· »περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί
σου καὶ τῷ κάλλει σου«. ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ λαοὶ ὑποκάτω σου πεσοῦνται«, τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ’ οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὖπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων [*] [*]