102
Klagel. Jerem. 4, 7. 8.
Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτὴς χιόνα, λαμ- πρότεροι γάλακτος, πυρρότεροι τὴν ἕξιν ὑπὲρ τὰ περίβλεπτα,
σάπφιρος τὰ μέλη αὐτῶν, σκοτεινότερον ἀσβόλης τὸ εἶδος αὐτῶν. τοὺς ἁγιάσαντας ἑαυτούς φησι τῷ θεῷ· Ἡγιασμένοι γὰρ τὸ Ναζιραῖοι δηλοῖ, οὕτω γὰρ Σύμμαχος καὶ Θεοδοτίων [*] [*]
272
ἐν τῷ Ἀμὼς τοὺς ἡγιασμένους ἐξέδωκαν, Ναζιραίους εἰπόντες. μέμνηται τούτων καὶ Μωσῆς· ὁποῖος ἠν καὶ Σαμψών. ἠσαν δὲ καὶ παρὰ Ἰουδαίοις 347
ἐπιφανεῖς. διὸ τὸ μὲν καθαρὸν αὐτῶν ἀντεξήτασε χιόνι, τὸ δὲ λαμπρὸν γάλακτι· ἐπυρώθησαν δὲ τῇ ἀσκήσει δοκιμασθέντες ὡν ἐπηγγέλλοντο τῷ θεῷ , οἱ ἐκλεκτοὶ δὲ αὐτῶν (ὃ τὸ ἀπόσπασμα) πολιτείαν οὐράνιον ἔχουσιν· τοιοῦτον γὰρ τῆς σαπφίρου τὸ χρῶμα. ἕχει δὲ καὶ χρυσιζούσας φλέβας, αἶς δὴ τὴν ἕξιν αὐτῶν ὁ Σύμμαχος ἀπεικάξει, τὸ ἀδιάφθορον ἔχουσαν καὶ τὸ διάπυρον κατὰ θεοσέβειαν.