3
Ὅλῃ δὲ ψυχῇ νομίζω ἀγαπᾶσθαι τὸν θεὸν ὑπὸ τῶν ἀποσπώντων καὶ διϊστάντων αὐτὴν διὰ πολλὴν τὴν πρὸς τὸ κοινωνῆσαι τῷ θεῷ προθυμίαν οὐ μόνον ἀπὸ τοῦ γηΐνου σώματος ἀλλὰ καὶ ἀπὸ παντὸς σώματος· οἷς οὐδὲ μετὰ περισπασμοῦ καὶ περιελκυσμοῦ τινος γίνεται τὸ ἀποθέσθαι „τὸ“ „τῆς ταπεινώσεως“ „σῶμα“, ὅταν καιρὸς διδῷ διὰ τοῦ νομιζομένου θανάτου ἐκδύσασθαι τὸ σῶμα „τοῦ θανάτου“ καὶ ἐπακουσθῆναι ἀποστολικῶς εὐξάμενον καὶ εἰπόντα· „ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;“ τίς γὰρ τῶν „ἐν τῷ σκήνει“ στεναζόντων διὰ τὸ βαρεῖσθαι
276
ὑπὸ τοῦ φθαρτοῦ σώματος οὐχὶ καὶ εὐχαριστήσει πρότερον εἰπών· „τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;“ βλέπων ὅτι διὰ τῆς ὁμιλίας ῥυσθεὶς ἀπὸ „τοῦ σώματος τοῦ θανάτου“ v.1.p.5
ἁγίως ἀναφθέγξεται τό· „χάρις τῷ θεῷ διὰ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν“. εἰ δέ τινι τὸ τοιοῦτο χαλεπὸν φαίνεται, οὐκ „ἐδίψησε“ „πρὸς τὸν θεὸν“ τὸν ἰσχυρὸν „τὸν ζῶντα“ οὐδὲ ἐπεπόθησε πρὸς τὸν θεὸν „ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων“ οὐδὲ εἶπε· „πότε ἄρα ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;“ οὐδὲ ἐν ἑαυτῷ ἐλογίσατο ἃ διαλογισάμενος ὁ προφήτης, λεγομένου τοῦ· „ποῦ ἐστιν ὁ θεός σου;“ αὐτῷ, „καθ ἑκάστην ἡμέραν“ ἐξέχεεν ἐφ ἑαυτὸν „τὴν ψυχὴν“ αὐτοῦ, ἐπιπλήσσων αὐτῇ ἔτι κατ ἀσθένειαν περιλύπῳ γινομένῃ καὶ συνταρασσομένῃ καὶ λέγων· „ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.“