Origen, Exhortatio ad martyrium

Exhortatio ad martyrium

Chapter 13 (13)

13

Καὶ κατά τινας δὲ βαθυτέρους λόγους φησὶν Ἡσαΐας· ἔδωκά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Συήνην ὑπὲρ σοῦ· ἀφ οὗ σὺ ἔντιμος ἐγενήθης ἐναντίον ἐμοῦ“. τὸν δὲ περὶ τούτου καὶ τῶν λοιπῶν ἀκριβῆ λόγον ἐὰν φιλομαθοῦντες ἐν Χριστῷ καὶ ἤδη ποτὲ τὸ δι ἐσόπτρου καὶ ἐν αἰνίγματι μανθάνειν ὑπερβαίνειν θέλοντες σπεύδητε πρὸς τὸν καλέσαντα, ὅσον οὐδέπω πρόσωπον πρὸς πρόσωπον εἴσεσθε ὡς φίλοι τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διδασκάλου. οἱ γὰρ φίλοι ἐν εἴδει καὶ οὐ δι αἰνιγμάτων μανθάνουσιν γυμνῇ σοφίᾳ φωνῶν καὶ λέξεων καὶ συμβόλων καὶ τύπων, προσβάλλοντες τῇ τῶν νοητῶν φύσει καὶ τῷ τῆς ἀληθείας κάλλει. εἴπερ πιστεύετε ὅτι Παῦλος ἡρπάγη εἰς τρίτον οὐρανὸν καὶ ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι“, ἀκολούθως εἴσεσθε ὅτι τῶν τότε Παύλῳ ἀποκαλυφθέντων ῥημάτων ἀῤῥήτων, μεθ καταβέβηκεν ἀπὸ τοῦ τρίτου οὐρανοῦ, πλείονα καὶ μείζονα εὐθέως γνώσεσθε, μετὰ τὴν γνῶσιν οὐ καταβησόμενοι, ἐὰν αἴροντες τὸν σταυρὸν ὀπίσω τοῦ Ἰησοῦ ἀκολουθῆτε, ὃν ἔχομεν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς.“ καὶ αὐτοὶ οὐκ ἀφιστάμενοι

283
τῶν ὀπίσω αὐτοῦ διελεύσεσθε τοὺς οὐρανοὺς, οὐ μόνον γῆν καὶ τὰ περὶ γῆς μυστήρια ὑπερβαίνοντες ἀλλὰ καὶ οὐρανοὺς καὶ τὰ περὶ αὐτῶν. ἔστι γὰρ ἐν τῷ θεῷ ἐναποτεθησαυρισμένα πολλῷ μείζονα τούτων θεάματα, ἅτινα οὐδεμία φύσις τῶν ἐν σώματι μὴ πρότερον ἀπαλλαγεῖσα παντὸς σώματος χωρῆσαι δύναται. πέπεισμαι γὰρ ὅτι ὧν εἶδεν ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων χορὸς ἀλλὰ καὶ ἀγγέλων ἁγίων, οὓς ἐποίησεν θεὸς πνεῦμα καὶ πυρὸς φλόγα“, πολλῷ μείζονα ταμιεύεται καὶ τηρεῖ παρ ἑαυτῷ θεὸς, ἵνα αὐτὰ φανερώσῃ,
v.1.p.14
ὅταν πᾶσα κτίσις ἐλευθερωθῇ ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ“.