Hippocrates, De flatibus

De flatibus

Chapter 7 (7)

7

7. Αἳ μὲν οὖν δημόσιαί εἰσι τῶν νούσων, εἴρηται, καὶ ὅτε καὶ
ὅκως, καὶ οἷσι, καὶ ἀπὸ τεῦ γίνονται· τὸν δὲ διὰ πονηρὴν δίαιταν
γινόμενον πυρετὸν διέξειμί σοι. Πονηρὴ δέ ἐστιν τοιήδε δίαιτα,
τοῦτο μὲν ὅταν τις πλέονας τροφὰς ὑγρὰς ξηρὰς διδῷ τῷ σώματι
τὸ σῶμα δύναται φέρειν, καὶ πόνον μηδένα τῷ πλήθει τῶν
τροφῶν ἀντιτιθῇ, τοῦτο δὲ ὅταν ποικίλας καὶ ἀνομοίους ἀλλήλῃσιν
ἐσπέμπῃ τροφάς· τὰ γὰρ ἀνόμοια στασιάζει, καὶ τὰ μὲν θᾶσσον, τὰ
δὲ σχολαίτερον πέσσεται. Μετὰ δὲ πολλῶν σιτίων ἀνάγκη καὶ πολλὸν

100
πνεῦμα ἐσιέναι· μετὰ πάντων γὰρ τῶν ἐσθιομένων καὶ πινομένων
ἀπέρχεται πνεῦμα ἐς τὸ σῶμα, πλέον, ἔλασσον. Φανερὸν δὲ
τοῦτο τῷδέ ἐστιν· ἐρυγαὶ γὰρ γίνονται μετὰ τὰ σιτία καὶ τὰ ποτὰ
τοῖσι πλείστοισιν· ἀνατρέχει γὰρ κατακλεισθεὶς ἀὴρ, ὁκόταν ἀναῤῥήξῃ
τὰς πομφόλυγας, ἐν ᾗσι κρύπτεται. Ὅταν οὖν τὸ σῶμα σιτίων
πλησθῇ, καὶ πνεύματος πλησμονὴ ἐπὶ πλέον γίνεται, τῶν σιτίων
χρονιζομένων· χρονίζεται δὲ τὰ σιτία, διὰ τὸ πλῆθος οὐ δυνάμενα
διελθεῖν· ἐμφραχθείσης δὲ τῆς κάτω κοιλίης, ἐς ὅλον τὸ σῶμα διέδραμον
αἱ φῦσαι· προσπεσοῦσαι δὲ πρὸς τὰ ἐναιμότατα τοῦ σώματος
ἔψυξαν· τουτέων δὲ τῶν τόπων ψυχθέντων, ὅκου αἱ πηγαὶ καὶ αἱ ῥίζαι
τοῦ αἵματός εἰσι, διὰ παντὸς τοῦ σώματος φρίκη διῆλθεν· ἅπαντος
δὲ τοῦ αἵματος ψυχθέντος, ἅπαν τὸ σῶμα φρίσσει.