Lysias, On A Wound By Premeditation

περὶ τραύματος ἐκ προνοίας, ὑπὲρ οὗ καὶ πρὸς ὃν ἄδηλον

Section 13 (13)

13

ἀλλὰ ψεύδεται καὶ οὐκ ἀληθῆ λέγει. δεινόν γε, εἰ εἰς μὲν λύσιν τοῦ σώματος ἔδωκα τὸ ἀργύριον [*] ἐκ τῶν πολεμίων ἐξῆν ἄν μοι χρῆσθαι αὐτῇ τι ἐβουλόμην, κινδυνεύοντι δέ μοι περὶ τῆς πατρίδος οὐδὲ πυθέσθαι παρʼ αὐτῆς τἀληθῆ ἐκγενήσεται περὶ ὧν εἰς τὴν κρίσιν καθέστηκα· καὶ μὲν δὴ πολὺ ἂν δικαιότερον ἐπὶ ταύτῃ τῇ αἰτίᾳ βασανισθείη ἐπὶ τῇ ἐκ τῶν πολεμίων λύσει πραθείη, ὅσῳ παρὰ μὲν ἐκείνων βουλομένων ἀπολῦσαι ἔστι καὶ ἄλλοθεν εὐπορήσαντι κομισθῆναι, ἐπὶ δὲ τοῖς ἐχθροῖς γενόμενον οὐ δυνατόν· οὐ γὰρ ἀργύριον λαβεῖν προθυμοῦνται, ἀλλʼ ἐκ τῆς πατρίδος ἐκβαλεῖν ἔργον [*] ποιοῦνται.