Pseudo-Galen, De optima secta ad Thrasybulum

De optima secta ad Thrasybulum

Chapter 15 (15)

15

Ὅτι δὲ καὶ ἀδύνατόν ἐστιν ἀπὸ ἱστορίας
ὠφελοῦντός τινος ἔχειν κατάληψιν, διὰ βραχέων ἄν τις παραστήσειεν.
ἐπεὶ γὰρ δεῖ τὴν τήρησιν, ὡς ἐν τοῖς πρόσθεν
ἐδείκνυμεν, οὐ μόνον ἐπὶ γένει συμπτωμάτων καὶ ἀριθμῶν

150
γίνεσθαι, ἀλλὰ καὶ μεγέθει καὶ καιρῷ· ταῦτα δ ἀναγράφεσθαι
ἀδύνατον ἄνευ τῶν σκοπῶν, δῆλον ὡς καὶ ἱστορία
ἀδύνατος ἂν εἴη. ὅτι δὲ καὶ παρὰ τὰ μεγέθη καὶ τοὺς
καιροὺς καὶ τὴν τάξιν διαφέρουσαι θεραπεῖαι γίγνονται,
δέδεικται, ἀλλὰ καὶ ἐξ ὧν κατεσκευάσαμεν, ὅτι ἀδύνατον
ἐπὶ συνδρομῇ τήρησιν ποιήσασθαι, δυνατόν ἐστιν ἐκ τῶν
αὐτῶν κατασκευάσαι, ὅτι οὐδὲ ἱστορίαν ποιήσασθαι δυνατόν
ἐστιν. οὐ γὰρ δή που τήρησιν μὲν ποιήσασθαι δυνατόν
ἐστιν, ἀναγράψαι δὲ τὰ μὴ τετηρημένα δυνατόν ἐστιν.