114
ΣΩ. οἷον τοῦτο ποιεῖς. εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν ἀποδεῖξαι διʼ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων κατατετριμμένων, καὶ οὐκέτʼ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἰ μή τίς σοι τεκμήριον καθαρὸν 114
114a
καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντʼ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντʼ ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει; ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθʼ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθʼ ὡς μαθών. ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν, εἴτʼ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· 114b
πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντʼ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε. ΑΛ. ἀλλʼ οὐκ οἶδα εἰ οἷός τʼ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν.
ΣΩ. ἀλλʼ, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. ἦ γάρ;
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας 114c
πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς; ΑΛ. ναί.
ΣΩ. ἆρʼ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει;
ΑΛ. ναί.
ΣΩ. οὗτος δʼ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός;
ΑΛ. πάνυ γε.
ΣΩ. οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα;
ΑΛ. εἰκός γε.
ΣΩ. ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα.
ΑΛ. ναί.
ΣΩ. ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ 114d
δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθʼ ἕνα; ΑΛ. κινδυνεύει.
ΣΩ. ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει.
ΑΛ. ὑβριστὴς εἶ, ὦ Σώκρατες.
ΣΩ. νῦν γοῦν ὑφʼ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.
ΑΛ. λέγε δή.
ΣΩ. ἀποκρίνου μόνον τὰ ἐρωτώμενα.
114e
ΑΛ. μή, ἀλλὰ σὺ αὐτὸς λέγε. ΣΩ. τί δʼ; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι;
ΑΛ. πάντως δήπου.
ΣΩ. οὐκοῦν εἰ λέγεις ὅτι ταῦθʼ οὕτως ἔχει, μάλιστʼ ἂν εἴης πεπεισμένος;
ΑΛ. ἔμοιγε δοκεῖ.
ΣΩ. ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς.
ΑΛ. οὔτοι, ἀλλʼ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι.