Λέγειν δὲ ἑπόμενον ἂν εἴη τὰ τῶν ὀργανικῶν.
ἐν τούτοις οὖν ὅτι μὲν ἕν τι πάντως ἐστὶ μόριον
αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα πάντα χρείαν τινὰ
τούτῳ παρέξοντα γέγονεν, ἑτέρωθι δέδεικται. βλαβήσεται
δὲ ἡ ἐνέργεια τοῦ παντὸς ὀργάνου μάλιστα μὲν καὶ πρώτως
αὐτοῦ τοῦ τῆς ἐνεργείας αἰτίου σώματος νοσήσαντος,
ἤδη δὲ καὶ τῶν ἄλλων ἁπάντων αἱ μείζους διαθέσεις ἐμποδίζουσι
τὴν ἐνέργειαν. ὅσαι μὲν οὖν οὐ καθ’ ἑαυτὰς,
ἀλλὰ τῷ βλάπτειν δὴ τὸ πρῶτον αὐτῆς ὄργανον ἐμποδίζουσιν,
αἰτίαι νοσημάτων εἰσὶν, οὐκ αὐταὶ νοσήματα
εἰσίν. χωρὶς δὲ τοῦ βλάπτειν τι τὸ πρῶτον τῆς ἐνεργείας
μόριον εἰ τὴν ἐνέργειαν ἐμποδίζειν δύναιντο, νοσήματα
ἤδη τὰς τοιαύτας διαθέσεις κλητέον. ἔσονται δὲ, ὡς
ἐλέγομεν, ἤτοι τῆς κατὰ φύσιν ὑπηλλαγμένης διαπλάσεως,
ἢ μὴ σωζομένου τοῦ δέοντος ἀριθμοῦ τῶν μορίων,