Galen, De Victu Attenuante

De Victu Attenuante

Section 83 (83)

83

τοὺς δ ἄλλους τῶν δένδρων καρπούς ἀπὸ τούτων ὁρμώμενος κρῖνε· [*] [*]

27
οἶ μὲν γὰρ
f. 138r G
σκληροὶ καὶ στρυφνοὶ πάντες εἰσὶ μοχθηροί, τῶν δ ἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τά μόρια, τὰ μὶν ὄξεα τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι
χρή, τὰ δ ἄλλα φυλάττεσθαι· πολλὰ δ ἂν εὕροις τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, κίτρον ὀνομάζομεν· ἔστι γάρ αὐτοῦ δριμύς μὲν φλοιός, ὀξύ δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης σάρξ.