Galen, De nervorum dissectione

De nervorum dissectione

Chapter 6 (6)

6

Ἔστι δὲ καὶ ἄλλη συζυγία νεύρων, ἥν
Μαρῖνος ὀνομάζει πέμπτην, καίτοι γε οὐκ ἐκ μιᾶς ἀκριβῶς
ῥίζης ἀνίσχουσαν, ἀλλ εἰσὶ μὲν πλησίον ἀλλήλων,
ἕτερον δ ἐξ ἑτέρας ἐκφύεται νεῦρον· ἐν μὲν τοῖς πρόσω

838
μᾶλλον καλοῦσιν ἀκουστικὸν, εἰς τὸ τρῆμα τῆς ἀκοῆς
ἐκπίπτον ἅμα τῇ συνεκφυομένῃ μήνιγγι τῇ σκληρᾷ, μεθ
ἧς πλατυνθὲν ὑπαλείφει τὸν πόρον, ἐκ δὲ τῶν ὀπίσω θάτερον
εἰς ἕτερόν τι τρῆμα τοῦ λιθοειδοῦς ἐκπίπτον ὀστοῦ
τὸ καλούμενον τυφλόν· ὠνόμασαν γὰρ οὕτως οἱ παλαιοὶ
τῶν ἀνατομικῶν αὐτὸ, μὴ δυνηθέντες ἀκριβῶς ἀνατρῆσαι
τὴν ἕλικα, δι ἧς ἐκπίπτει τὸ νεῦρον πρὸς τὸ ἐκτὸς ὀπίσω
τῶν ὤτων. ἐπιμίγνυται δ αὐτίκα καὶ τοῦτο τῷ κατὰ τὴν
γ συζυγίαν εἰρημένῳ διεκπίπτειν ἔξω παρὰ τὴν διάρθρωσιν
τῆς γένυος, οὐκ ἐκείνου πρὸς τοῦτο ἀφικνουμένου, περιμένοντος
δὲ τοῦτο πρὸς ἑαυτὸ παραγιγνόμενον. ἐξ ἀμφοτέρων
δὲ αὐτῶν μιχθέντων τὸ πλεῖστον μέρος, ἄμεινον δ
εἰπεῖν, ὀλίγου δεῖν ἅπαν εἰς τὸν πλατὺν μῦν κατασχίζεται,
τὸν ὑποπεφυκότα τῷ δέρματι, τὸν τὴν γνάθον κινοῦντα
χωρὶς τῆς γένυος, ὃν ἡμεῖς εὕρομεν δῆλον, καὶ
τοῦτον ἑκατέρωθεν ὄντα. μεμνῆσθαι γὰρ χρὴ τοῦ πάντων
ἀκούειν κατὰ συζυγίαν, εἰ καὶ παραλείποιτό ποτε κατὰ
839
τὴν λέξιν. τοιαύτη μὲν οὖν καὶ τῆς πέμπτης συζυγίας
νομή. κείσθω γὰρ εἶναι μία διὰ Μαρῖνον, εἰ καὶ διττὴ
φανερῶς ἐστιν.